Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.1 Joseph. BJ 5.7 (English) >>Joseph. BJ 5.15

5.5οὕτως Ἐλεάζαρος τοῦ Σίμωνος, ὃς δὴ καὶ τὰ πρῶτα τοῦ δήμου τοὺς

-- --

ζηλωτὰς ἀπέστησεν εἰς τὸ τέμενος ὡς ἀγανακτῶν δῆθεν ἐπὶ τοῖς ὁσημέραι τῷ Ἰωάννῃ τολμωμένοις, οὐ γὰρ ἀνεπαύετο φονῶν οὗτος, τὸ δʼ ἀληθὲς αὑτοῦ μεταγενεστέρῳ τυράννῳ μὴ φέρων ὑποτετάχθαι, πόθῳ τῶν ὅλων καὶ δυναστείας ἰδίας ἐπιθυμίᾳ διίσταται, 5.6παραλαβὼν Ἰούδην τε τὸν Χέλικα καὶ Σίμωνα τὸν Ἐσρῶνος τῶν δυνατῶν, πρὸς οἷς Ἐζεκίας Χωβαρεῖ παῖς οὐκ ἄσημος. 5.7καθʼ ἕκαστον δὲ οὐκ ὀλίγοι τῶν ζηλωτῶν ἠκολούθησαν, καὶ καταλαβόμενοι τὸν ἐνδότερον τοῦ νεὼ περίβολον ὑπὲρ τὰς ἱερὰς πύλας ἐπὶ τῶν ἁγίων μετώπων τίθενται τὰ ὅπλα. 5.8πλήρεις μὲν οὖν ἐπιτηδείων ὄντες ἐθάρρουν, καὶ γὰρ ἀφθονία τῶν ἱερῶν ἐγίνετο πραγμάτων τοῖς γε μηδὲν ἀσεβὲς ἡγουμένοις, ὀλιγότητι δὲ τῇ κατὰ σφᾶς ὀρρωδοῦντες ἐγκαθήμενοι τὰ πολλὰ κατὰ χώραν ἔμενον. 5.9 δὲ Ἰωάννης ὅσον ἀνδρῶν ὑπερεῖχε πλήθει, τοσοῦτον ἐλείπετο τῷ τόπῳ καὶ κατὰ κορυφὴν ἔχων τοὺς πολεμίους οὔτʼ ἀδεεῖς ἐποιεῖτο τὰς προσβολὰς οὔτε διʼ ὀργὴν ἠρέμει, 5.10κακούμενος δὲ πλέον ἤπερ διατιθεὶς τοὺς περὶ τὸν Ἐλεάζαρον ὅμως οὐκ ἀνίει, συνεχεῖς δʼ ἐκδρομαὶ καὶ βελῶν ἀφέσεις ἐγίνοντο, καὶ φόνοις ἐμιαίνετο πανταχοῦ τὸ ἱερόν. 5.11

δὲ τοῦ Γιώρα Σίμων, ὃν ἐν ταῖς ἀμηχανίαις ἐπίκλητον αὑτῷ τύραννον δῆμος ἐλπίδι βοηθείας προσεισήγαγε, τήν τε ἄνω

-- --

πόλιν ἔχων καὶ τῆς κάτω πολὺ μέρος ἐρρωμενέστερον ἤδη τοῖς περὶ τὸν Ἰωάννην προσέβαλλεν ὡς ἂν καὶ καθύπερθεν πολεμουμένοις·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.1 Joseph. BJ 5.7 (English) >>Joseph. BJ 5.15

Powered by PhiloLogic